diumenge, 20 d’agost del 2017

Σαπφοῦς φορμίζων πόθον

Sappho and Alcaeus, painting by Sir Lawrence Alma-Tadema (1881)

Λέσβιος Ἀλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους,
Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον,
γινώσκεις. ὁ δ᾽ ἀοιδὸς ἀηδόνος ἠράσαθ᾽ ὕμνων
Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ.
καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφωμίλησεν Ἀνακρέων
στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι:
φοίτα δ᾽ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δ᾽ αὐτὴν
οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα,
Λέσβον ἐς εὔοινον...



Cap comentari:

Publica un comentari a l'entrada