diumenge, 17 de setembre del 2017

Ἔργα πολυχρύσου Ἀφροδίτης

Aphrodite, by Cristian Baitg
Mοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης
Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε 
καί τ᾽ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων 
οἰωνούς τε διιπετέας καὶ θηρία πάντα, 
 ἠμὲν ὅσ᾽ ἤπειρος πολλὰ τρέφει ἠδ᾽ ὅσα πόντος: 
πᾶσιν δ᾽ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.

Cap comentari:

Publica un comentari a l'entrada