diumenge, 24 de febrer del 2019

κατιδὼν ἐκ τῶν τειχῶν

Blockade, by EthicallyChallenged on Devian Art.
Ἀλκιβιάδης δὲ κατιδὼν ἐκ τῶν τειχῶν τοὺς μὲν Ἀθηναίους ἐν αἰγιαλῷ ὁρμοῦντας καὶ πρὸς οὐδεμιᾷ πόλει, τὰ δ᾽ ἐπιτήδεια ἐκ Σηστοῦ μετιόντας πεντεκαίδεκα σταδίους ἀπὸ τῶν νεῶν, τοὺς δὲ πολεμίους ἐν λιμένι καὶ πρὸς πόλει ἔχοντας πάντα, οὐκ ἐν καλῷ ἔφη αὐτοὺς ὁρμεῖν, ἀλλὰ μεθορμίσαι εἰς Σηστὸν παρῄνει πρός τε λιμένα καὶ πρὸς πόλιν (...)  οἱ δὲ στρατηγοί, μάλιστα δὲ Τυδεὺς καὶ Μένανδρος, ἀπιέναι αὐτὸν ἐκέλευσαν. (ΞενοφῶνἙλληνικά II, 1, 25-26)


diumenge, 17 de febrer del 2019

ἐπεκλήθη δὲ καὶ αὐτὸς Στωϊκὸς

Stoa Poikile (ἡ ποικίλη στοά), reconstruction in Ancient Athens 3d
Ζήνων, Μνασέου ἢ Δημέου, Κιτιεύς [πόλις δ' ἐστὶ Κύπρου τὸ Κίτιον], φιλόσοφος, ὃς ἦρξε τῆς Στωϊκῆς αἱρέσεως. ἐπεκλήθη δὲ καὶ αὐτὸς Στωϊκὸς διὰ τὸ ἐν τῇ στοᾷ τῇ ἐν Ἀθήναις διδάξαι αὐτόν, ἥτις πρῴην μὲν Πεισιανάκτειος, ὕστερον δὲ ζωγραφηθεῖσα Ποικίλη ἐκλήθη. (ΣοῦδαΖήνων - Adler zeta,79)


diumenge, 10 de febrer del 2019

φονεῦσαι δὲ αὐτοὺς

Two mass graves found in Palaio Faliro, a suburb of Athens (April 2016)
ἦν Κύλων τῶν Ἀθηναίων ἀνὴρ Ὀλυμπιονίκης: οὗτος ἐπὶ τυραννίδι ἐκόμησε, προσποιησάμενος δὲ ἑταιρηίην τῶν ἡλικιωτέων καταλαβεῖν τὴν ἀκρόπολιν ἐπειρήθη, οὐ δυνάμενος δὲ ἐπικρατῆσαι ἱκέτης ἵζετο πρὸς τὸ ἄγαλμα.  τούτους ἀνιστᾶσι μὲν οἱ πρυτάνιες τῶν ναυκράρων, οἵ περ ἔνεμον τότε τὰς Ἀθήνας, ὑπεγγύους πλὴν θανάτου: φονεῦσαι δὲ αὐτοὺς αἰτίη ἔχει Ἀλκμεωνίδας. ταῦτα πρὸ τῆς Πεισιστράτου ἡλικίης ἐγένετο. (ΗροδοτοςἹστορίαι V, 71)


diumenge, 3 de febrer del 2019

Praemium palma est

Mosaic with circus scene, 3rd century, MAN (Photo by Jorge) 
Athletae quantum plagarum ore, quantum toto corpore excipiunt? Ferunt tamen omne tormentum gloriae cupiditate...quorum praemium...corona...palma est...tubicen praedicatum! (L.Annaeus SenecaEpistulae Morales ad Lucilium, 78,16)