LOCI AMŒNI
Un lloc on trobar tot eixos paisatges i personatges somniats del passat clàssic...
diumenge, 14 de juliol del 2019
diumenge, 7 de juliol del 2019
Vultu tranquillo serenoque
Augustus, reconstruction by Salva Ruano |
Etiquetes de comentaris:
Augustus,
De vita Caesarum,
Divus Augustus,
Suetonius
diumenge, 30 de juny del 2019
Hic est Vesbius
Etiquetes de comentaris:
Epigrammata,
Martialis,
Vesuvius
diumenge, 23 de juny del 2019
Vultu pulchro
The Emperor Nero, reconstruction by Salva Ruano. |
Etiquetes de comentaris:
De vita Caesarum,
Nero,
Suetonius,
Vita Neronis
diumenge, 16 de juny del 2019
ἐξελυσάμην βροτοὺς
Promethée (1620), by Theodor Rombouts |
ἐγὼ δ᾽ ἐτόλμησ᾽: ἐξελυσάμην βροτοὺς
τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν:
θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
Etiquetes de comentaris:
Aeschylus,
Prometheus,
Αἰσχύλος,
Προμηθεὺς Δεσμώτης
diumenge, 9 de juny del 2019
περὶ τῶν Ἡρακλέους στηλῶν
Ἡμεῖς δ´ ἐπεὶ περὶ τῶν Ἡρακλέους στηλῶν ἐμνήσθημεν, οἰκεῖον εἶναι νομίζομεν περὶ αὐτῶν διελθεῖν. Ἡρακλῆς γὰρ παραβαλὼν εἰς τὰς ἄκρας τῶν ἠπείρων τὰς παρὰ τὸν ὠκεανὸν κειμένας τῆς τε Λιβύης καὶ τῆς Εὐρώπης ἔγνω τῆς στρατείας θέσθαι στήλας ταύτας. Βουλόμενος δ´ ἀείμνηστον ἔργον ἐπ´ αὐτῷ συντελέσαι, φασὶ τὰς ἄκρας ἀμφοτέρας ἐπὶ πολὺ προχῶσαι· διὸ καὶ πρότερον διεστηκυίας ἀπ´ ἀλλήλων πολὺ διάστημα, συναγαγεῖν τὸν πόρον εἰς στενόν, ὅπως ἁλιτενοῦς καὶ στενοῦ γενομένου κωλύηται τὰ μεγάλα κήτη διεκπίπτειν ἐκ τοῦ ὠκεανοῦ πρὸς τὴν ἐντὸς θάλατταν, ἅμα δὲ καὶ διὰ τὸ μέγεθος τῶν ἔργων μένῃ ἀείμνηστος ἡ δόξα τοῦ κατασκευάσαντος· ὡς δέ τινές φασι, τοὐναντίον τῶν ἠπείρων ἀμφοτέρων συνεζευγμένων διασκάψαι ταύτας, καὶ τὸν πόρον ἀνοίξαντα ποιῆσαι τὸν ὠκεανὸν μίσγεσθαι τῇ καθ´ ἡμᾶς θαλάττῃ. Ἀλλὰ περὶ μὲν τούτων ἐξέσται σκοπεῖν ὡς ἂν ἕκαστος ἑαυτὸν πείθῃ. (Διόδωρος Σικελιώτης, Βιβλιοθήκη ἱστορική IV, 18,4-5)
dilluns, 3 de juny del 2019
Μινώταυρον απέκτεινεν
Tοῦτο ἐξάψας Θησεὺς τῆς θύρας ἐφελκόμενος εἰσῄει. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει. (Ἀπολλόδωρος, Βιβλιοθήκη, E 1.9)
Etiquetes de comentaris:
Apollodorus,
Bibliotheca,
Minotaurus,
Theseus,
Ἀπολλόδωρος,
Βιβλιοθήκη,
Θησεὺς
Subscriure's a:
Missatges (Atom)