diumenge, 31 de juliol del 2016

Puella defututa

Photo by Nicolas Moulin
Ameana puella defututa
tota milia me decem poposcit,
ista turpiculo puella naso,
decoctoris amica Formiani.
propinqui, quibus est puella curae,
amicos medicosque convocate:
non est sana puella, nec rogare
qualis sit solet aes imaginosum.


diumenge, 17 de juliol del 2016

τυφλὸς ἀνήρ

Homer, by JW-Jeong

...ἐμεῖο δὲ καὶ μετόπισθεν
μνήσασθ᾽, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐθάδ᾽ ἁνείρηται ξεῖνος ταλαπείριος ἐλθών:
ὦ κοῦραι, τίς δ᾽ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
ὑμεῖς δ᾽ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως:
τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ
τοῦ μᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.

diumenge, 10 de juliol del 2016

ἐτάφη πρὸς τῷ ποταμῷ

 
ἔζησε δὲ Ἁδριανὸς ἔτη μὲν δύο καὶ ἑξήκοντα μῆνας δὲ πέντε καὶ ἡμέρας ἐννεακαίδεκα, καὶ ἐμονάρχησεν ἔτη εἴκοσι καὶ μῆνας ἕνδεκα. ἐτάφη δὲ πρὸς αὐτῷ τῷ ποταμῷ, πρὸς τῇ γεφύρᾳ τῇ Αἰλίᾳ: ἐνταῦθα γὰρ τὸ μνῆμα κατεσκευάσατο. τὸ γὰρ τοῦ Αὐγούστου ἐπεπλήρωτο, καὶ οὐκέτι οὐδεὶς ἐν αὐτῷ ἐτέθη (L. Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία LXIX, 23)

Baiae, 10 July 138.

diumenge, 3 de juliol del 2016

πόλλαι παρθένικαι 'πέποισιν



Καί σε πόλλαι παρθένικαι 'πέποισιν
....]λων μήρων πάλαισι χέρσι
....]α· θέλγονται το.ον ς λειππα
θήϊον δωρ.