Es mostren els missatges amb l'etiqueta de comentaris Anthologia Graeca. Mostrar tots els missatges
Es mostren els missatges amb l'etiqueta de comentaris Anthologia Graeca. Mostrar tots els missatges

diumenge, 30 d’agost del 2015

Oὐλόμεναι Καφηρίδες

Cape Kafireas (Greece), photo taken by Nikos Tsatsakis
Oὐλόμεναι νήεσσι Καφηρίδες, αἵ ποτε νόστον
ὠλέσαθ᾽ Ἑλλήνων καὶ στόλον Ἰλιόθεν,
πυρσὸς ὅτε ψεύστας χθονίης δνοφερώτερα νυκτὸς
ἧψε σέλα, τυφλὴ δ᾽ ἔδραμε πᾶσα τρόπις
χοιράδας ἐς πέτρας...

divendres, 30 de maig del 2014

κολοσσὸν Ῥόδου



Aὐτῷ σοὶ πρὸς Ὄλυμπον ἐμακύναντο κολοσσὸν 
τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε
χάλκεον ἁνίκα κῦμα κατευνάσαντες Ἐνυοῦς 
ἔστεψαν πάτραν δυσμενέων ἐνάροις. 
οὐ: γὰρ ὑπὲρ πελάγους μόνον † κάτθεσαν, ἀλλὰ 
καὶ ἐν γᾷ, 
ἁβρὸν ἀδουλώτου φέγγος ἐλευθερίας: 
τοῖς γὰρ ἀφ᾽ Ἡρακλῆος ἀεξηθεῖσι γενέθλας 
πάτριος ἐν πόντῳ κἠν χθονὶ κοιρανία.


divendres, 16 de maig del 2014

Ἐσεῖδον Ἀρτέμιδος


καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος
καὶ τὸν ἐπ᾽ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην,
καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον,
μνᾶμάτε Μαυσώλοιο πελώριον ἀλλ᾽ ὅτ᾽ ἐσεῖδον
Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,
κεῖνα μὲν ἠμαύρωτο † δεκηνιδε νόσφιν Ὀλύμπου
ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο.
(Ἀντίπατρος, Anth. Gr. 9.58)