Es mostren els missatges amb l'etiqueta de comentaris Ὀδύσσεια. Mostrar tots els missatges
Es mostren els missatges amb l'etiqueta de comentaris Ὀδύσσεια. Mostrar tots els missatges

diumenge, 7 d’abril del 2019

πάντας ἀνθρώπους θέλγουσιν

Ulysses and the Sirens (1898), painting by J.W.Waterhouse 
Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
Σειρήνων, τῷ δ᾽ οὔ τι γυνὴ καὶ νήπια τέκνα
οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
ἥμεναι ἐν λειμῶνι, πολὺς δ᾽ ἀμφ᾽ ὀστεόφιν θὶς
ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.


diumenge, 23 de setembre del 2018

ψυχάς Κυλλήνιος ἐξεκαλεῖτο

Mercure (2001), de Pierre et Gilles.
Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
ἀνδρῶν μνηστήρων: ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
καλὴν χρυσείην, τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει:
τῇ ῥ᾽ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.


diumenge, 4 de març del 2018

μίμνετ᾽ ἐπειγόμενοι

Penelope and the Suitors (1912), by John William Waterhouse.
"κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
ἐκτελέσω, μή μοι μεταμώνια νήματ᾽ ὄληται,
Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας."


diumenge, 2 de juliol del 2017

σπιλάδες τε πάγοι

A cloudy sunset, by Alexander Pappas.
Nῆχε δ᾽ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
ἀλλ᾽ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης:
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ᾽ ἁλὸς ἄχνῃ:
οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ᾽ ἐπιωγαί.
ἀλλ᾽ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε..


diumenge, 7 de maig del 2017

Oὐδέ μ᾽ ἔθελξε

Goddess Circe, photo by Cristian Baitg.
Tεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ᾽ ἐνὶ θυμῷ.
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μ᾽ ἔθελξε...



diumenge, 16 d’octubre del 2016

ἐμὸς τέθνηκεν ἀδελφεός

The Griffin Warrior at Pylos
Καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
Ἀργείων: μέλλεις δὲ σὺ ἴδμεναι: οὐ γὰρ ἐγώ γε
ἤντησ᾽ οὐδὲ ἴδον: περὶ δ᾽ ἄλλων φασὶ γενέσθαι
Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.