Es mostren els missatges amb l'etiqueta de comentaris Εὐριπίδης. Mostrar tots els missatges
Es mostren els missatges amb l'etiqueta de comentaris Εὐριπίδης. Mostrar tots els missatges

diumenge, 5 de maig del 2019

κρᾶτα δ᾽ ἄθλιον

Agave, costumes and props from Scaena Grecolatina (Casa dels Berenguer, Sagunt), photo by Sergi V. Oliver (2019)
(...) κρᾶτα δ᾽ ἄθλιον, 
ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν, 
πήξασ᾽ ἐπ᾽ ἄκρον θύρσον ὡς ὀρεστέρου 
φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου, 
λιποῦσ᾽ ἀδελφὰς ἐν χοροῖσι μαινάδων. 
χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη 
τειχέων ἔσω τῶνδ᾽ (...)


diumenge, 14 de gener del 2018

ὦ λιποῦσαι Τμῶλον

Maenads, Dionysus followers playing music by Cristian Baitg.
ἀλλ᾽, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, 
θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων 
ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, 
αἴρεσθε τἀπιχώρι᾽ ἐν πόλει Φρυγῶν 
τύμπανα, Ῥέας τε μητρὸς ἐμά θ᾽ εὑρήματα, 
βασίλειά τ᾽ ἀμφὶ δώματ᾽ ἐλθοῦσαι τάδε 
κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις. 


diumenge, 21 de maig del 2017

Θιάσοις ἐν μέσοισιν

Greek God Dionysus and Maenads, by Cristian Baitg.

Ἔκδημος ὢν μὲν τῆσδ᾽ ἐτύγχανον χθονός, 
κλύω δὲ νεοχμὰ τήνδ᾽ ἀνὰ πτόλιν κακά, 
γυναῖκας ἡμῖν δώματ᾽ ἐκλελοιπέναι 
πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις 
ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα 
Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς: 
πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι 
κρατῆρας, ἄλλην δ᾽ ἄλλοσ᾽ εἰς ἐρημίαν 
πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν, 
πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους, 
τὴν δ᾽ Ἀφροδίτην πρόσθ᾽ ἄγειν τοῦ Βακχίου. 


diumenge, 5 de març del 2017

ἔβαν δὲ Πριαμίδαν

The Judgement of Paris, by Alexey Golovin.
Tαὶ δ᾽ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
πιδάκων νίψαν αἰ-
γλᾶντα σώματα ῥοαῖς,
ἔβαν δὲ Πριαμίδαν ὑπερ-
βολαῖς λόγων δυσφρόνων
παραβαλλόμεναι, δολίοις δ᾽ ἕλε Κύπρις λόγοις,
τερπνοῖς μὲν ἀκοῦσαι,
πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
ταλαίνᾳ περγάμοις τε Τροίας.