dilluns, 26 de novembre del 2018

πολιορκούμενοι κατὰ θάλατταν

Blockade, by Milek Jakubiec
Oἱ δ᾽ Ἀθηναῖοι πολιορκούμενοι κατὰ γῆν καὶ κατὰ θάλατταν ἠπόρουν τί χρὴ ποιεῖν, οὔτε νεῶν οὔτε συμμάχων αὐτοῖς ὄντων οὔτε σίτου: ἐνόμιζον δὲ οὐδεμίαν εἶναι σωτηρίαν (...) ἐπεὶ δὲ παντελῶς ἤδη ὁ σῖτος ἐπελελοίπει, ἔπεμψαν πρέσβεις παρ᾽ Ἆγιν, βουλόμενοι σύμμαχοι εἶναι Λακεδαιμονίοις ἔχοντες τὰ τείχη καὶ τὸν Πειραιᾶ, καὶ ἐπὶ τούτοις συνθήκας ποιεῖσθαι. (ΞενοφῶνἙλληνικά II, 2, 10-11)


diumenge, 11 de novembre del 2018

diumenge, 4 de novembre del 2018

πέτρας Κυανέας δύω

Photo ("Like the Symplegades Rocks...") by dodagp
πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, 
Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν, 
τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι. 
οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, 
ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν 
εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ 
βρασσόμενον: στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.